Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.198.1 | Hdt. 1.199.4 (English) | >>Hdt. 1.202.1 |
1.199.2 αἱ δὲ πλεῦνες ποιεῦσι ὧδε · ἐν τεμένεϊ Ἀφροδίτης κατέαται στέφανον περὶ τῇσι κεφαλῇσι ἔχουσαι θώμιγγος πολλαὶ γυναῖκες · αἱ μὲν γὰρ προσέρχονται , αἱ δὲ ἀπέρχονται . σχοινοτενέες δὲ διέξοδοι πάντα τρόπον ὁδῶν ἔχουσι διὰ τῶν γυναικῶν , διʼ ὧν οἱ ξεῖνοι διεξιόντες ἐκλέγονται ·
1.199.3 ἔνθα ἐπεὰν ἵζηται γυνή , οὐ πρότερον ἀπαλλάσσεται ἐς τὰ οἰκία ἤ τίς οἱ ξείνων ἀργύριον ἐμβαλὼν ἐς τὰ γούνατα μιχθῇ ἔξω τοῦ ἱροῦ · ἐμβαλόντα δὲ δεῖ εἰπεῖν τοσόνδε · “ἐπικαλέω τοι τὴν θεὸν Μύλιττα .” Μύλιττα δὲ καλέουσι τὴν Ἀφροδίτην Ἀσσύριοι .
1.199.4 τὸ δὲ ἀργύριον μέγαθός ἐστι ὅσον ὦν · οὐ γὰρ μὴ ἀπώσηται · οὐ γάρ οἱ θέμις ἐστί · γίνεται γὰρ ἱρὸν τοῦτο τὸ ἀργύριον . τῷ δὲ πρώτῳ ἐμβαλόντι ἕπεται οὐδὲ ἀποδοκιμᾷ οὐδένα . ἐπεὰν δὲ μιχθῇ , ἀποσιωσαμένη τῇ θεῷ ἀπαλλάσσεται ἐς τὰ οἰκία , καὶ τὠπὸ τούτου οὐκ οὕτω μέγα τί οἱ δώσεις ὥς μιν λάμψεαι .
1.199.5 ὅσσαι μέν νυν εἴδεός τε ἐπαμμέναι εἰσὶ καὶ μεγάθεος , ταχὺ ἀπαλλάσσονται , ὅσαι δὲ ἄμορφοι αὐτέων εἰσί , χρόνον πολλὸν προσμένουσι οὐ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι · καὶ γὰρ τριέτεα καὶ τετραέτεα μετεξέτεραι χρόνον μένουσι . ἐνιαχῇ δὲ καὶ τῆς Κύπρου ἐστὶ παραπλήσιος τούτῳ νόμος .
ch. 200
1.200.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.198.1 | Hdt. 1.199.4 (English) | >>Hdt. 1.202.1 |